Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.340 Joseph. AJ 11.345 (English) >>Joseph. AJ 12.1

11.343 δʼ ἐκεῖνο μὲν αὖθις ὑποστρέφων ἰδεῖν ὑπέσχετο πρὸς αὐτούς, ἀξιούντων δὲ ἀφεῖναι τὸν φόρον αὐτοῖς τοῦ ἑβδοματικοῦ ἔτους, οὐδὲ γὰρ αὐτοὺς ἐν αὐτῷ σπείρειν, τίνες ὄντες ταῦτα παρακαλοῦσιν ἐπυνθάνετο. τῶν δʼ εἰπόντων Ἑβραῖοι μὲν εἶναι, 11.344χρηματίζειν δʼ οἱ ἐν Σικίμοις Σιδώνιοι, πάλιν αὐτοὺς ἐπηρώτησεν, εἰ τυγχάνουσιν Ἰουδαῖοι. τῶν δʼ οὐκ εἶναι φαμένωνἀλλʼ ἔγωγε ταῦτʼ, εἶπεν, Ἰουδαίοις ἔδωκα, ὑποστρέψας μέντοι γε καὶ διδαχθεὶς ὑφʼ ὑμῶν ἀκριβέστερον ποιήσω τὰ δόξαντα.” τοῖς μὲν οὖν Σικιμίταις οὕτως ἀπετάξατο. 11.345τοὺς δὲ τοῦ Σαναβαλλέτου στρατιώτας ἐκέλευσεν ἕπεσθαι εἰς Αἴγυπτον· ἐκεῖ γὰρ αὐτοῖς δώσειν κλήρους γῆς· καὶ μετʼ ὀλίγον ἐποίησεν ἐν τῇ Θηβαΐδι φρουρεῖν τὴν χώραν αὐτοῖς προστάξας. 11.346

Τελευτήσαντος δὲ Ἀλεξάνδρου μὲν ἀρχὴ εἰς τοὺς διαδόχους ἐμερίσθη, τὸ δὲ ἐπὶ τοῦ Γαριζεὶν ὄρους ἱερὸν ἔμεινεν. εἰ δέ τις αἰτίαν ἔσχεν παρὰ τοῖς Ἱεροσολυμίταις κοινοφαγίας τῆς ἐν σαββάτοις παρανομίας τινος ἄλλου τοιούτου ἁμαρτήματος, παρὰ τοὺς Σικιμίτας ἔφευγεν λέγων ἀδίκως ἐκβεβλῆσθαι. 11.347τετελευτήκει δὲ κατʼ ἐκεῖνον ἤδη τὸν καιρὸν καὶ ἀρχιερεὺς Ἰαδδοῦς καὶ τὴν ἀρχιερωσύνην Ὀνίας παῖς αὐτοῦ παρειλήφει. τὰ μὲν δὴ περὶ τοὺς Ἱεροσολυμίτας ἐν τούτοις ἐτύγχανεν ὄντα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.340 Joseph. AJ 11.345 (English) >>Joseph. AJ 12.1

Powered by PhiloLogic